Λάκων
1242 ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια ,
1243 ἵν’ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
1244 ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα † .
Ἀθηναῖος
1245 λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν ,
1246 ὡς ἥδομαί γ’ ὑμᾶς ὁρῶν ὀρχουμένους .