Πόλεμος
268 οὗτος .
Κύδοιμος
τί ἔστιν ;
Πόλεμος
οὐ φέρεις ;
Κύδοιμος
τὸ δεῖνα γὰρ
269 ἀπόλωλ’ Ἀθηναίοισιν ἁλετρίβανος ,
270 ὁ βυρσοπώλης , ὃς ἐκύκα τὴν Ἑλλάδα .
Τρυγαῖος
271 εὖ γ’ ὦ πότνια δέσποιν’ Ἀθηναία ποιῶν
272 ἀπόλωλ’ ἐκεῖνος κἀν δέοντι τῇ πόλει ,
273 ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι .
Πόλεμος
274 οὔκουν ἕτερον δῆτ’ ἐκ Λακεδαίμονος μέτει
275 ἀνύσας τι ;
Κύδοιμος
ταῦτ’ ὦ δέσποθ’ .
Πόλεμος
ἧκέ νυν ταχύ .
Τρυγαῖος
276 ὦνδρες τί πεισόμεσθα ; νῦν ἀγὼν μέγας .
277 ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
278 μεμυημένος , νῦν ἐστιν εὔξασθαι καλὸν
279 ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε .
Κύδοιμος
280 οἴμοι τάλας , οἴμοι γε κἄτ’ οἴμοι μάλα .
Πόλεμος
281 τί ἔστι ; μῶν οὐκ αὖ φέρεις ;
Κύδοιμος
ἀπόλωλε γὰρ
282 καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος .
Πόλεμος
283 πῶς ὦ πανοῦργ’ ;
Κύδοιμος
ἐς τἀπὶ Θρᾴκης χωρία
284 χρήσαντες ἑτέροις αὐτὸν εἶτ’ ἀπώλεσαν .
Τρυγαῖος
285 εὖ γ’ εὖ γε ποιήσαντες ὦ Διοσκόρω .
286 ἴσως ἂν εὖ γένοιτο · θαρρεῖτ’ ὦ βροτοί .
Πόλεμος
287 ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν ·
288 ἐγὼ δὲ δοίδυκ’ εἰσιὼν ποιήσομαι .