Χορός
655 ἡμᾶς τοίνυν μετὰ τοῦτ’ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
656 ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ’ ἱματίων ἀποδύσας
657 ζητεῖν , εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε , καὶ περιθρέξαι
658 τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι .
659 εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660 καὶ διασκοπεῖν σιωπῇ πανταχῇ · μόνον δὲ χρὴ
661 μὴ βραδύνειν , ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι ,
662 ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ’ ἤδη κύκλῳ .
663 εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντ’ ,
664 εἴ τις ἐν τόποις ἑδραῖος
664a ἄλλος αὖ λέληθεν ὤν .
665 πανταχῇ δὲ ῥῖψον ὄμμα ,
666 καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
667 πάντ’ ἀνασκόπει καλῶς .
668 ἢν γάρ με λάθῃ δράσας ἀνόσια ,
668a δώσει τε δίκην καὶ πρὸς τούτῳ
669 τοῖς ἄλλοις ἀνδράσιν ἔσται
670 παράδειγμ’ ὕβρεως ἀδίκων τ’ ἔργων
671 ἀθέων τε τρόπων ·
672 φήσει δ’ εἶναί τε θεοὺς φανερῶς ,
673 δείξει τ’ ἤδη
674 πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας [ ... ]
675 † δικαίως τ’ ἐφέποντας † ὅσια καὶ νόμιμα
676 μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει .
677 κἂν μὴ ποιῶσι ταῦτα τοιάδ’ ἔσται ·
678 αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν ,
680 † μανίαις † φλέγων λύσσῃ παράκοπος ,
681 † εἴ τι δρῴη †
682 πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν ,
683 ὅτι τά τε παράνομα τά τ’ ἀνόσια παρὼν
685 θεὸς ἀποτίνεται .
686 ἀλλ’ ἔοιχ’ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς .
687 οὐχ ὁρῶμεν γοῦν ἔτ’ ἄλλον οὐδέν’ ἐγκαθήμενον .