Ξανθίας
459 καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου .
460 ἆρ’ ἐμέλλομέν ποθ’ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ .
Βδελυκλέων
461 ἀλλὰ μὰ Δί’ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες ,
462 εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες .
Χορός
463 ἆρα δῆτ’ οὐκ αὐτὰ δῆλα
464 τοῖς πένησιν , ἡ τυραννὶς
465 † ὡς λάθρᾳ γ’ ἐλάνθαν’ ὑπιοῦσά με , †
466 εἰ σύ γ’ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
467 τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις ,
468 οὔτε τιν’ ἔχων πρόφασιν
469 οὔτε λόγον εὐτράπελον ,
470 αὐτὸς ἄρχων μόνος ;
Βδελυκλέων
471 ἔσθ’ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
472 ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς ;
Χορός
473 σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά ,
475 καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476 στεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων ;
Βδελυκλέων
477 νὴ Δί’ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
478 μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι .
Χορός
480 οὐδὲ μὴν οὐδ’ ἐν σελίνῳ σοὐστὶν οὐδ’ ἐν πηγάνῳ ·
481 τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν .
482 ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς , ἀλλ’ ὅταν ξυνήγορος
483 ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ .