Βλεψίδημος
449 ποίοις ὅπλοισιν δυνάμει πεποιθότες ;
450 ποῖον γὰρ οὐ θώρακα , ποίαν δ’ ἀσπίδα
451 οὐκ ἐνέχυρον τίθησιν μιαρωτάτη ;
Χρεμύλος
452 θάρρει · μόνος γὰρ θεὸς οὗτος οἶδ’ ὅτι
453 τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων .
Πενία
454 γρύζειν δὲ καὶ τολμᾶτον καθάρματε ,
455 ἐπ’ αὐτοφώρῳ δεινὰ δρῶντ’ εἰλημμένω ;
Χρεμύλος
456 σὺ δ’ κάκιστ’ ἀπολουμένη τί λοιδορεῖ
457 ἡμῖν προσελθοῦσ’ οὐδ’ ὁτιοῦν ἀδικουμένη ;
Πενία
458 οὐδὲν γὰρ πρὸς τῶν θεῶν νομίζετε
459 ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460 βλέψαι πάλιν ;
Χρεμύλος
τί οὖν ἀδικοῦμεν τοῦτό σε ,
461 εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
462 ἀγαθόν ;
Πενία
τί δ’ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ’ ;
Χρεμύλος
τι ;
463 σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος .
Πενία
464 ἔμ’ ἐκβαλόντες ; καὶ τί ἂν νομίζετον
465 κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους ;
Χρεμύλος
τι ;
466 εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα .
Πενία
467 καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
468 τὸ πρῶτον αὐτοῦ · κἂν μὲν ἀποφήνω μόνην
469 ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470 ὑμῖν δι’ ἐμέ τε ζῶντας ὑμᾶς · εἰ δὲ μή ,
471 ποιεῖτον ἤδη τοῦθ’ τι ἂν ὑμῖν δοκῇ .