Καρίων
802 ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ’ εὐδαιμόνως ,
803 καὶ ταῦτα μηδὲν ἐξενεγκόντ’ οἴκοθεν .
804 ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
805 ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν .
805a [ οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή . ]
806 μὲν σιπύη μεστή ’στι λευκῶν ἀλφίτων ,
807 οἱ δ’ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου .
808 ἅπαντα δ’ ἡμῖν ἀργυρίου καὶ χρυσίου
809 τὰ σκευάρια πλήρη ’στίν , ὥστε θαυμάσαι .
810 τὸ φρέαρ δ’ ἐλαίου μεστόν · αἱ δὲ λήκυθοι
811 μύρου γέμουσι , τὸ δ’ ὑπερῷον ἰσχάδων .
812 ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
813 χαλκῆ γέγονε · τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
814 τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν .
815 δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος .
816 στατῆρσι δ’ οἱ θεράποντες ἀρτιάζομεν
817 χρυσοῖς · ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι ,
818 ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε .
819 καὶ νῦν δεσπότης μὲν ἔνδον βουθυτεῖ
820 ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος ·
821 ἐμὲ δ’ ἐξέπεμψεν καπνός . οὐχ οἷός τε γὰρ
822 ἔνδον μένειν ἦν . ἔδακνε γὰρ τὰ βλέφαρά μου .
Δίκαιος
823 ἕπου μετ’ ἐμοῦ παιδάριον , ἵνα πρὸς τὸν θεὸν