Ἄδμητος
629 οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον ,
630 οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω .
631 κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται .
632 οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται .
633 τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ .
634 σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
635 νέῳ γέρων ὤν , τόνδ’ ἀποιμώξῃ νεκρόν ;
636 οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ ;
637 οὐδ’ τεκεῖν φάσκουσα καὶ κεκλημένη
638 μήτηρ μ’ ἔτικτε ; δουλίου δ’ ἀφ’ αἵματος
639 μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ ;
640 ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ ,
641 καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι .
642 τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ ,
643 ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
644 οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
645 τοῦ σοῦ πρὸ παιδός , ἀλλὰ τήνδ’ εἰάσατε
646 γυναῖκ’ ὀθνείαν , ἣν ἐγὼ καὶ μητέρα
647 πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην .
648 καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω ,
649 τοῦ σοῦ πρὸ παιδὸς κατθανών , βραχὺς δέ σοι
650 πάντως λοιπὸς ἦν βιώσιμος χρόνος .
651 [ κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον , ]
652 [ κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς . ]
653 καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
654 πέπονθας · ἥβησας μὲν ἐν τυραννίδι ,
655 παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων ,
656 ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
657 λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι .
658 οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
659 γῆρας θανεῖν προύδωκας , ὅστις αἰδόφρων
660 πρὸς σ’ μάλιστα · κἀντὶ τῶνδέ μοι χάριν
661 τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην .
662 τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις ,
663 οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
664 περιστελοῦσι καὶ προθήσονται νεκρόν .
665 οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί ·
666 τέθνηκα γὰρ δὴ τοὐπὶ σέ · εἰ δ’ ἄλλου τυχὼν
667 σωτῆρος αὐγὰς εἰσορῶ , κείνου λέγω
668 καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον .
669 μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν ,
670 γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου ·
671 ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος , οὐδεὶς βούλεται
672 θνῄσκειν , τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ .