Ἀνδρομάχη
750 πρέσβυ , θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς ,
751 σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα .
752 ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
753 πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με ,
754 γέροντα μὲν σ’ ὁρῶντες , ἀσθενῆ δ’ ἐμὲ
755 καὶ παῖδα τόνδε νήπιον · σκόπει τάδε ,
756 μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον .
Πηλεύς
757 οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον ·
758 χώρει · τίς ὑμῶν ἅψεται ; κλαίων ἄρα
759 ψαύσει . θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου
760 πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα ·
761 ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες , ὡς δοκεῖς ,
762 ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
763 τροπαῖον αὐτοῦ στήσομαι , πρέσβυς περ ὤν .
764 πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος
765 κρείσσων · τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν ; [ ... ] [ ... ]