Πρεσβύτης
28 οὐκ ἄγαμαι ταῦτ’ ἀνδρὸς ἀριστέως .
29 οὐκ ἐπὶ πᾶσίν σ’ ἐφύτευσ’ ἀγαθοῖς ,
30 Ἀγάμεμνον , Ἀτρεύς .
31 δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι ·
32 θνητὸς γὰρ ἔφυς . κἂν μὴ σὺ θέλῃς ,
33 τὰ θεῶν οὕτω βουλόμεν’ ἔσται .
34 σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
35 δέλτον τε γράφεις
36 τήνδ’ ἣν πρὸ χερῶν ἔτι βαστάζεις ,
37 καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
38 καὶ σφραγίζεις λύεις τ’ ὀπίσω
39 ῥίπτεις τε πέδῳ πεύκην , θαλερὸν
40 κατὰ δάκρυ χέων ,
41 καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
42 μὴ οὐ μαίνεσθαι .
43 τί πονεῖς ; τί νέον περὶ σοί , βασιλεῦ ;
44 φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς .
45 πρὸς { δ’ } ἄνδρ’ ἀγαθὸν πιστόν τε φράσεις ·
46 σῇ γάρ μ’ ἀλόχῳ τότε Τυνδάρεως
47 πέμπει φερνὴν
48 συννυμφοκόμον τε δίκαιον .
Ἀγαμέμνων
115 πέμπω σοι πρὸς ταῖς πρόσθεν
116 δέλτους , Λήδας ἔρνος
Πρεσβύτης
117 λέγε καὶ σήμαιν’ , ἵνα καὶ γλώσσῃ
118 σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ .
Ἀγαμέμνων
119 μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
120 τὰν κολπώδη πτέρυγ’ Εὐβοίας
121 Αὖλιν ἀκλύσταν .
122 εἰς ἄλλας ὥρας γὰρ δὴ
123 παιδὸς δαίσομεν ὑμεναίους .