Χορός
751 ἥξει δὴ Σιμόεντα καὶ
752 δίνας ἀργυροειδεῖς
753 ἄγυρις Ἑλλάνων στρατιᾶς
754 ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις
755 Ἴλιον ἐς τὸ Τροίας
756 Φοιβήιον δάπεδον ,
757 τὰν Κασάνδραν ἵν’ ἀκούω
758 ῥίπτειν ξανθοὺς πλοκάμους
759 χλωροκόμῳ στεφάνῳ δάφνας
760 κοσμηθεῖσαν , ὅταν θεοῦ
761 μαντόσυνοι πνεύσωσ’ ἀνάγκαι .
762 στάσονται δ’ ἐπὶ περγάμων
763 Τροίας ἀμφί τε τείχη
764 Τρῶες , ὅταν χάλκασπις Ἄρης
765 πόντιος εὐπρῴροιο πλάτας
766 εἰρεσίᾳ πελάζῃ
767 Σιμουντίοις ὀχετοῖς ,
768 τὰν τῶν ἐν αἰθέρι δισσῶν
769 Διοσκούρων Ἑλέναν
770 ἐκ Πριάμου κομίσαι θέλων
771 ἐς γᾶν Ἑλλάδα δοριπόνοις
772 ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν .
773 Πέργαμον δὲ Φρυγῶν πόλιν
774 λαΐνους περὶ πύργους
775 κυκλώσας Ἄρει φονίῳ ,
776 λαιμοτόμου κεφαλᾶς
777 σπάσας { Πάριν Ἀτρεΐδας , }
778 πέρσας κατάκρας πόλιν ,
779 θήσει κόρας πολυκλαύτους
780 δάμαρτά τε Πριάμου .
781 δὲ Διὸς Ἑλένα κόρα
782 πολύκλαυτος ἑδεῖται
783 πόσιν προλιποῦσα .
784 μήτ’ ἐμοὶ
μήτ’ ἐμοῖσι τέκνων τέκνοις
785 ἐλπὶς ἅδε ποτ’ ἔλθοι ,
786 οἵαν αἱ πολύχρυσοι
787 Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
788 στήσουσι παρ’ ἱστοῖς
789 μυθεῦσαι τάδ’ ἐς ἀλλήλας ·
790 Τίς ἄρα μ’ εὐπλοκάμου κόμας
791 ῥῦμα δακρυόεν τανύσας
792 πατρίδος ὀλλυμένας ἀπολωτιεῖ ;
793 διὰ σέ , τὰν κύκνου δολιχαύχενος γόνον ,
794 εἰ δὴ φάτις ἔτυμος ὡς
795 ἔτυχεν , [ Λήδα ] ὄρνιθι πταμένῳ
797 Διὸς ὅτ’ ἠλλάχθη δέμας , εἴτ’
798 ἐν δέλτοις Πιερίσιν
799 μῦθοι τάδ’ ἐς ἀνθρώπους
800 ἤνεγκαν παρὰ καιρὸν ἄλλως .