Διόνυσος
1 ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
2 Διόνυσος , ὃν τίκτει ποθ’ Κάδμου κόρη
3 Σεμέλη λοχευθεῖσ’ ἀστραπηφόρῳ πυρί ·
4 μορφὴν δ’ ἀμείψας ἐκ θεοῦ βροτησίαν
5 πάρειμι Δίρκης νάματ’ Ἰσμηνοῦ θ’ ὕδωρ .
6 ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
7 τόδ’ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
8 τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα ,
9 ἀθάνατον Ἥρας μητέρ’ εἰς ἐμὴν ὕβριν .
10 αἰνῶ δὲ Κάδμον , ἄβατον ὃς πέδον τόδε
11 τίθησι , θυγατρὸς σηκόν · ἀμπέλου δέ νιν
12 πέριξ ἐγὼ ’κάλυψα βοτρυώδει χλόῃ .
13 λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
14 Φρυγῶν τε , Περσῶν θ’ ἡλιοβλήτους πλάκας
15 Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
16 Μήδων ἐπελθὼν Ἀραβίαν τ’ εὐδαίμονα
17 Ἀσίαν τε πᾶσαν , παρ’ ἁλμυρὰν ἅλα
18 κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ’ ὁμοῦ
19 πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις ,
20 ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν ,
21 τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
22 τελετάς , ἵν’ εἴην ἐμφανὴς δαίμων βροτοῖς .
23 πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
24 ἀνωλόλυξα , νεβρίδ’ ἐξάψας χροὸς
25 θύρσον τε δοὺς ἐς χεῖρα , κίσσινον βέλος ·
26 ἐπεί μ’ ἀδελφαὶ μητρός , ἃς ἥκιστα χρῆν ,
27 Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός ,
28 Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
29 ἐς Ζῆν’ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους ,
30 Κάδμου σοφίσμαθ’ , ὧν νιν οὕνεκα κτανεῖν
31 Ζῆν’ ἐξεκαυχῶνθ’ , ὅτι γάμους ἐψεύσατο .
32 τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ’ ἐγὼ
33 μανίαις , ὄρος δ’ οἰκοῦσι παράκοποι φρενῶν ·
34 σκευήν τ’ ἔχειν ἠνάγκασ’ ὀργίων ἐμῶν ,
35 καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων , ὅσαι
36 γυναῖκες ἦσαν , ἐξέμηνα δωμάτων ·
37 ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
38 χλωραῖς ὑπ’ ἐλάταις ἀνορόφοις ἧνται πέτραις .
39 δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν , κεἰ μὴ θέλει ,
40 ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων ,
41 Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ’ ὕπερ
42 φανέντα θνητοῖς δαίμον’ ὃν τίκτει Διί .
43 Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
44 Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι ,
45 ὃς θεομαχεῖ τὰ κατ’ ἐμὲ καὶ σπονδῶν ἄπο
46 ὠθεῖ μ’ , ἐν εὐχαῖς τ’ οὐδαμοῦ μνείαν ἔχει .
47 ὧν οὕνεκ’ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
48 πᾶσίν τε Θηβαίοισιν . ἐς δ’ ἄλλην χθόνα ,
49 τἀνθένδε θέμενος εὖ , μεταστήσω πόδα ,
50 δεικνὺς ἐμαυτόν · ἢν δὲ Θηβαίων πόλις
51 ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
52 ζητῇ , ξυνάψω μαινάσι στρατηλατῶν .
53 ὧν οὕνεκ’ εἶδος θνητὸν ἀλλάξας ἔχω
54 μορφήν τ’ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν .
55 ἀλλ’ , λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας ,
56 θίασος ἐμός , γυναῖκες , ἃς ἐκ βαρβάρων
57 ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί ,
58 αἴρεσθε τἀπιχώρι’ ἐν πόλει Φρυγῶν
59 τύμπανα , Ῥέας τε μητρὸς ἐμά θ’ εὑρήματα ,
60 βασίλειά τ’ ἀμφὶ δώματ’ ἐλθοῦσαι τάδε
61 κτυπεῖτε Πενθέως , ὡς ὁρᾷ Κάδμου πόλις .
62 ἐγὼ δὲ βάκχαις , ἐς Κιθαιρῶνος πτυχὰς
63 ἐλθὼν ἵν’ εἰσί , συμμετασχήσω χορῶν .