Διόσκουροι
1238 Ἀγαμέμνονος παῖ , κλῦθι · δίπτυχοι δέ σε
1239 καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι ,
1240 Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε .
1241 δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
1242 παύσαντ’ ἀφίγμεθ’ Ἄργος , ὡς ἐσείδομεν
1243 σφαγὰς ἀδελφῆς τῆσδε , μητέρος δὲ σῆς .
1244 δίκαια μέν νυν ἥδ’ ἔχει , σὺ δ’ οὐχὶ δρᾷς ·
1245 Φοῖβός τε , Φοῖβος ἀλλ’ ἄναξ γάρ ἐστ’ ἐμός ,
1246 σιγῶ · σοφὸς δ’ ὢν οὐκ ἔχρησέ σοι σοφά .
1247 αἰνεῖν δ’ ἀνάγκη ταῦτα · τἀντεῦθεν δὲ χρὴ
1248 πράσσειν Μοῖρα Ζεύς τ’ ἔκρανε σοῦ πέρι .
1249 Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους ,
1250 σὺ δ’ Ἄργος ἔκλιπ’ · οὐ γὰρ ἔστι σοι πόλιν
1251 τήνδ’ ἐμβατεύειν , μητέρα κτείναντι σήν .
1252 δειναὶ δὲ κῆρές { σ’ } αἱ κυνώπιδες θεαὶ
1253 τροχηλατήσουσ’ ἐμμανῆ πλανώμενον .
1254 ἐλθὼν δ’ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
1255 πρόσπτυξον · εἵρξει γάρ νιν ἐπτοημένας
1256 δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν ,
1257 γοργῶφ’ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον .
1258 ἔστιν δ’ Ἄρεώς τις ὄχθος , οὗ πρῶτον θεοὶ
1259 ἕζοντ’ ἐπὶ ψήφοισιν αἵματος πέρι ,
1260 Ἁλιρρόθιον ὅτ’ ἔκταν’ ὠμόφρων Ἄρης ,
1261 μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων ,
1262 πόντου κρέοντος παῖδ’ , ἵν’ εὐσεβεστάτη
1263 ψῆφος βεβαία τ’ ἐστὶν { ἔκ τε τοῦ } θεοῖς .
1264 ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι .
1265 ἴσαι δέ σ’ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
1266 ψῆφοι τεθεῖσαι · Λοξίας γὰρ αἰτίαν
1267 ἐς αὑτὸν οἴσει , μητέρος χρήσας φόνον .
1268 καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται ,
1269 νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ ἀεί .
1270 δειναὶ μὲν οὖν θεαὶ τῷδ’ ἄχει πεπληγμέναι
1271 πάγον παρ’ αὐτὸν χάσμα δύσονται χθονός ,
1272 σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον ·
1273 σὲ δ’ Ἀρκάδων χρὴ πόλιν ἐπ’ Ἀλφειοῦ ῥοαῖς
1274 οἰκεῖν Λυκαίου πλησίον σηκώματος ·
1275 ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται .
1276 σοὶ μὲν τάδ’ εἶπον · τόνδε δ’ Αἰγίσθου νέκυν
1277 Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ .
1278 μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
1279 Μενέλαος , ἐξ οὗ Τρωικὴν εἷλε χθόνα ,
1280 Ἑλένη τε θάψει · Πρωτέως γὰρ ἐκ δόμων
1281 ἥκει λιποῦσ’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγας ·
1282 Ζεὺς δ’ , ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν ,
1283 εἴδωλον Ἑλένης ἐξέπεμψ’ ἐς Ἴλιον .
1284 Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων
1285 Ἀχαιίδος γῆς οἴκαδ’ ἐσπορευέτω ,
1286 καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
1287 Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος ·
1288 σὺ δ’ Ἰσθμίας γῆς αὐχέν’ ἐμβαίνω ποδὶ
1289 χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα .
1290 πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
1291 εὐδαιμονήσεις τῶνδ’ ἀπαλλαχθεὶς πόνων . [ ... ]