Διόσκουροι
1342 τοῖσδε μελήσει γάμος · ἀλλὰ κύνας
1343 τάσδ’ ὑποφεύγων στεῖχ’ ἐπ’ Ἀθηνῶν ·
1344 δεινὸν γὰρ ἴχνος βάλλουσ’ ἐπὶ σοὶ
1345 χειροδράκοντες χρῶτα κελαιναί ,
1346 δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι ·
1347 νὼ δ’ ἐπὶ πόντον Σικελὸν σπουδῇ
1348 σῴσοντε νεῶν πρῴρας ἐνάλους .
1349 διὰ δ’ αἰθερίας στείχοντε πλακὸς
1350 τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν ,
1351 οἷσιν δ’ ὅσιον καὶ τὸ δίκαιον
1352 φίλον ἐν βιότῳ , τούτους χαλεπῶν
1353 ἐκλύοντες μόχθων σῴζομεν .
1354 οὕτως ἀδικεῖν μηδεὶς θελέτω
1355 μηδ’ ἐπιόρκων μέτα συμπλείτω ·
1356 θεὸς ὢν θνητοῖς ἀγορεύω .
Χορός
1357 χαίρετε · χαίρειν δ’ ὅστις δύναται
1358 καὶ ξυντυχίᾳ μή τινι κάμνει
1359 θνητῶν , εὐδαίμονα πράσσει .