Χορός
846 δεινόν γε , θνητοῖς ὡς ἅπαντα συμπίτνει ,
847 καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν ,
848 φίλους τιθέντες τούς γε πολεμιωτάτους
849 ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι .
Ἀγαμέμνων
850 ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν ,
851 Ἑκάβη , δι’ οἴκτου χεῖρά θ’ ἱκεσίαν ἔχω ,
852 καὶ βούλομαι θεῶν θ’ οὕνεκ’ ἀνόσιον ξένον
853 καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην ,
854 εἴ πως φανείη γ’ ὥστε σοί τ’ ἔχειν καλῶς ,
855 στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
856 Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον .
857 ἔστιν γὰρ ταραγμὸς ἐμπέπτωκέ μοι ·
858 Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός ,
859 τὸν κατθανόντα δ’ ἐχθρόν · εἰ δὲ σοὶ φίλος
860 ὅδ’ ἐστί , χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ .
861 πρὸς ταῦτα φρόντιζ’ · ὡς θέλοντα μέν μ’ ἔχεις
862 σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι ,
863 βραδὺν δ’ , Ἀχαιοῖς εἰ διαβληθήσομαι .