Ἑλένη
1 Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί ,
2 ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
3 λευκῆς τακείσης χιόνος ὑγραίνει γύας .
4 Πρωτεὺς δ’ ὅτ’ ἔζη τῆσδε γῆς τύραννος ἦν ,
5 Φάρον μὲν οἰκῶν νῆσον , Αἰγύπτου δ’ ἄναξ ,
6 ὃς τῶν κατ’ οἶδμα παρθένων μίαν γαμεῖ ,
7 Ψαμάθην , ἐπειδὴ λέκτρ’ ἀφῆκεν Αἰακοῦ .
8 τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι ,
9 Θεοκλύμενον ἄρσεν’ [ ὅτι δὴ θεοὺς σέβων ]
10 [ βίον διήνεγκ’ ] εὐγενῆ τε παρθένον
11 Εἰδώ , τὸ μητρὸς ἀγλάισμ’ , ὅτ’ ἦν βρέφος ·
12 ἐπεὶ δ’ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων ,
13 καλοῦσιν αὐτὴν Θεονόην · τὰ θεῖα γὰρ
14 τά τ’ ὄντα καὶ μέλλοντα πάντ’ ἠπίστατο ,
15 προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα .
16 ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
17 Σπάρτη , πατὴρ δὲ Τυνδάρεως · ἔστιν δὲ δὴ
18 λόγος τις ὡς Ζεὺς μητέρ’ ἔπτατ’ εἰς ἐμὴν
19 Λήδαν κύκνου μορφώματ’ ὄρνιθος λαβών ,
20 ὃς δόλιον εὐνὴν ἐξέπραξ’ ὑπ’ αἰετοῦ
21 δίωγμα φεύγων , εἰ σαφὴς οὗτος λόγος ·
22 Ἑλένη δ’ ἐκλήθην . δὲ πεπόνθαμεν κακὰ
23 λέγοιμ’ ἄν . ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
24 Ἰδαῖον ἐς κευθμῶν’ Ἀλέξανδρον πάρα ,
25 Ἥρα Κύπρις τε διογενής τε παρθένος ,
26 μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν .
27 τοὐμὸν δὲ κάλλος , εἰ καλὸν τὸ δυστυχές ,
28 Κύπρις προτείνασ’ ὡς Ἀλέξανδρος γαμεῖ ,
29 νικᾷ . λιπὼν δὲ βούσταθμ’ Ἰδαῖος Πάρις
30 Σπάρτην ἀφίκεθ’ ὡς ἐμὸν σχήσων λέχος .
31 Ἥρα δὲ μεμφθεῖσ’ οὕνεκ’ οὐ νικᾷ θεάς ,
32 ἐξηνέμωσε τἄμ’ Ἀλεξάνδρῳ λέχη ,
33 δίδωσι δ’ οὐκ ἔμ’ , ἀλλ’ ὁμοιώσασ’ ἐμοὶ
34 εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ’ ἄπο ,
35 Πριάμου τυράννου παιδί · καὶ δοκεῖ μ’ ἔχειν
36 κενὴν δόκησιν , οὐκ ἔχων . τὰ δ’ αὖ Διὸς
37 βουλεύματ’ ἄλλα τοῖσδε συμβαίνει κακοῖς ·
38 πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
39 καὶ Φρυξὶ δυστήνοισιν , ὡς ὄχλου βροτῶν
40 πλήθους τε κουφίσειε μητέρα χθόνα
41 γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος .
42 Φρυγῶν δ’ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ ,
43 τὸ δ’ ὄνομα τοὐμόν , ἆθλον Ἕλλησιν δορός .
44 λαβὼν δέ μ’ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
45 νεφέλῃ καλύψας οὐ γὰρ ἠμέλησέ μου
46 Ζεύς τόνδ’ ἐς οἶκον Πρωτέως ἱδρύσατο ,
47 πάντων προκρίνας σωφρονέστατον βροτῶν ,
48 ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος .
49 κἀγὼ μὲν ἐνθάδ’ εἴμ’ , δ’ ἄθλιος πόσις
50 στράτευμ’ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
51 θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα .
52 ψυχαὶ δὲ πολλαὶ δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις
53 ῥοαῖσιν ἔθανον · δὲ πάντα τλᾶσ’ ἐγὼ
54 κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ’ ἐμὸν
55 πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν .
56 τί δῆτ’ ἔτι ζῶ ; θεοῦ τόδ’ εἰσήκουσ’ ἔπος
57 Ἑρμοῦ , τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
58 Σπάρτης σὺν ἀνδρί , γνόντος ὡς ἐς Ἴλιον
59 οὐκ ἦλθον , ἵνα μὴ λέκτρ’ ὑποστρώσω τινί .
60 ἕως μὲν οὖν φῶς ἡλίου τόδ’ ἔβλεπεν
61 Πρωτεύς , ἄσυλος γάμων · ἐπεὶ δὲ γῆς
62 σκότῳ κέκρυπται , παῖς τοῦ τεθνηκότος
63 θηρᾷ γαμεῖν με . τὸν πάλαι δ’ ἐγὼ πόσιν
64 τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
65 ἱκέτις , ἵν’ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη ,
66 ὡς , εἰ καθ’ Ἑλλάδ’ ὄνομα δυσκλεὲς φέρω ,
67 μή μοι τὸ σῶμά γ’ ἐνθάδ’ αἰσχύνην ὄφλῃ .