Διόσκοροι
1642 ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ ,
1643 Θεοκλύμενε , γαίας τῆσδ’ ἄναξ · δισσοὶ δέ σε
1644 Διόσκοροι καλοῦμεν , οὓς Λήδα ποτὲ
1645 ἔτικτεν Ἑλένην θ’ , πέφευγε σοὺς δόμους ·
1646 οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις ,
1647 οὐδ’ θεᾶς Νηρῇδος ἔκγονος κόρη
1648 ἀδικεῖ σ’ ἀδελφὴ Θεονόη , τὰ τῶν θεῶν
1649 τιμῶσα πατρός τ’ ἐνδίκους ἐπιστολάς .
1650 ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
1651 κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν ·
1652 ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα ,
1653 καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ’ , οὐκέτι ·
1654 ἐν τοῖσι δ’ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
1655 ἐλθεῖν τ’ ἐς οἴκους καὶ συνοικῆσαι πόσει .
1656 ἀλλ’ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος ,
1657 νόμιζε δ’ αὐτὴν σωφρόνως πράσσειν τάδε .
1658 πάλαι δ’ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν ,
1659 ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς ·
1660 ἀλλ’ ἥσσον’ ἦμεν τοῦ πεπρωμένου θ’ ἅμα
1661 καὶ τῶν θεῶν , οἷς ταῦτ’ ἔδοξεν ὧδ’ ἔχειν .
1662 σοὶ μὲν τάδ’ αὐδῶ , συγγόνῳ δ’ ἐμῇ λέγω ·
1663 πλεῖ ξὺν πόσει σῷ · πνεῦμα δ’ ἕξετ’ οὔριον ·
1664 σωτῆρε δ’ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
1665 πόντον παριππεύοντε πέμψομεν πάτραν .
1666 ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον ,
1667 θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
1668 σπονδῶν μεθέξεις ξένιά τ’ ἀνθρώπων πάρα
1669 ἕξεις μεθ’ ἡμῶν · Ζεὺς γὰρ ὧδε βούλεται .
1670 οὗ δ’ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος ,
1671 Σπάρτης ἀπάρας , τὸν κατ’ οὐρανὸν δρόμον ,
1672 κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε ,
1673 φρουρὸν παρ’ Ἀκτὴν τεταμένην νῆσον λέγω
1674 Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται ,
1675 ἐπεὶ κλοπαίαν σ’ ἐκ δόμων ἐδέξατο .
1676 καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
1677 μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον ·
1678 τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες ,
1679 τῶν δ’ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι .