Ἰόλαος
427 τέκν’ , ἔοιγμεν ναυτίλοισιν , οἵτινες
428 χειμῶνος ἐκφυγόντες ἄγριον μένος
429 ἐς χεῖρα γῇ συνῆψαν , εἶτα χερσόθεν
430 πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν .
431 οὕτω δὲ χἡμεῖς τῆσδ’ ἀπωθούμεσθα γῆς
432 ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι .
433 οἴμοι · τί δῆτ’ ἔτερψας τάλαινά με
434 ἐλπὶς τότ’ , οὐ μέλλουσα διατελεῖν χάριν ;
435 συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ’ , εἰ μὴ θέλει
436 κτείνειν πολιτῶν παῖδας · αἰνέσαι δ’ ἔχω
437 καὶ τἀνθάδ’ · εἰ θεοῖσι δὴ δοκεῖ τάδε
438 πράσσειν ἔμ’ , οὔτοι σή γ’ ἀπόλλυται χάρις .
439 παῖδες , ὑμῖν δ’ οὐκ ἔχω τί χρήσομαι .
440 ποῖ τρεψόμεσθα ; τίς γὰρ ἄστεπτος θεῶν ;
441 ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα ;
442 ὀλούμεθ’ , τέκν’ · ἐκδοθησόμεσθα δή .
443 κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει ,
444 πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών ·
445 ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω , τέκνα ,
446 καὶ τὴν γεραιὰν μητέρ’ Ἀλκμήνην πατρός .
447 δυστάλαινα τοῦ μακροῦ βίου σέθεν ,
448 τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην .
449 χρῆν χρῆν ἄρ’ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
450 πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον .
451 ἀλλ’ οἶσθ’ μοι σύμπραξον ; οὐχ ἅπασα γὰρ
452 πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας ·
453 ἔμ’ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ’ , ἄναξ ,
454 καὶ μήτε κινδύνευε , σωθήτω τέ μοι
455 τέκν’ · οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν · ἴτω .
456 μάλιστα δ’ Εὐρυσθεύς με βούλοιτ’ ἂν λαβὼν
457 τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι ·
458 σκαιὸς γὰρ ἁνήρ . τοῖς σοφοῖς δ’ εὐκτὸν σοφῷ
459 ἔχθραν συνάπτειν , μὴ ἀμαθεῖ φρονήματι ·
460 πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι .