Ἰόλαος
484 παῖ , μάλιστα σ’ οὐ νεωστὶ δὴ τέκνων
485 τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω .
486 ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
487 πάλιν μεθέστηκ’ αὖθις ἐς τἀμήχανον ·
488 χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε ,
489 οὐ ταῦρον οὐδὲ μόσχον , ἀλλὰ παρθένον
490 σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής ,
491 εἰ χρὴ μὲν ἡμᾶς , χρὴ δὲ τήνδ’ εἶναι πόλιν .
492 ταῦτ’ οὖν ἀμηχανοῦμεν · οὔτε γὰρ τέκνα
493 σφάξειν ὅδ’ αὑτοῦ φησιν οὔτ’ ἄλλου τινός .
494 κἀμοὶ λέγει μὲν οὐ σαφῶς , λέγει δέ πως ,
495 εἰ μή τι τούτων ἐξαμηχανήσομεν ,
496 ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά ,
497 αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα .
Μακαρία
498 ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ ;
Ἰόλαος
499 ἐν τῷδε , τἄλλα γ’ εὐτυχῶς πεπραγότες .