Ἀμφιτρύων
1 Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν ,
2 Ἀργεῖον Ἀμφιτρύων’ , ὃν Ἀλκαῖός ποτε
3 ἔτιχθ’ Περσέως , πατέρα τόνδ’ Ἡρακλέους ;
4 ὃς τάσδε Θήβας ἔσχον , ἔνθ’ γηγενὴς
5 σπαρτῶν στάχυς ἔβλαστεν , ὧν γένους Ἄρης
6 ἔσωσ’ ἀριθμὸν ὀλίγον , οἳ Κάδμου πόλιν
7 τεκνοῦσι παίδων παισίν . ἔνθεν ἐξέφυ
8 Κρέων Μενοικέως παῖς , ἄναξ τῆσδε χθονός .
9 Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ ,
10 ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
11 λωτῷ συνηλάλαξαν , ἡνίκ’ εἰς ἐμοὺς
12 δόμους κλεινὸς Ἡρακλῆς νιν ἤγετο .
13 λιπὼν δὲ Θήβας , οὗ κατῳκίσθην ἐγώ ,
14 Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
15 Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
16 ὠρέξατ’ οἰκεῖν , ἣν ἐγὼ φεύγω κτανὼν
17 Ἠλεκτρύωνα · συμφορὰς δὲ τὰς ἐμὰς
18 ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων ,
19 καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν ,
20 ἐξημερῶσαι γαῖαν , εἴθ’ Ἥρας ὕπο
21 κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα .
22 καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους ,
23 τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
24 βέβηκ’ ἐς Ἅιδου , τὸν τρισώματον κύνα
25 ἐς φῶς ἀνάξων , ἔνθεν οὐχ ἥκει πάλιν .
26 γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
27 ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
28 τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν ,
29 τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
30 Ἀμφίον’ ἠδὲ Ζῆθον , ἐκγόνω Διός .
31 οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος ,
32 Καδμεῖος οὐκ ὤν , ἀλλ’ ἀπ’ Εὐβοίας μολών ,
33 κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός ,
34 στάσει νοσοῦσαν τήνδ’ ἐπεσπεσὼν πόλιν .
35 ἡμῖν δὲ κῆδος ἐς Κρέοντ’ ἀνημμένον
36 κακὸν μέγιστον , ὡς ἔοικε , γίγνεται .
37 τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
38 καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
39 τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
40 κτανὼν δάμαρτά { θ’ } , ὡς φόνῳ σβέσῃ φόνον ,
41 κἄμ’ εἴ τι δὴ χρὴ κἄμ’ ἐν ἀνδράσιν λέγειν
42 γέροντ’ ἀχρεῖον μή ποθ’ οἵδ’ ἠνδρωμένοι
43 μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην .
44 ἐγὼ δέ λείπει γάρ με τοῖσδ’ ἐν δώμασιν
45 τροφὸν τέκνων οἰκουρόν , ἡνίκα χθονὸς
46 μέλαιναν ὄρφνην εἰσέβαινε , παῖς ἐμός
47 σὺν μητρί , τέκνα μὴ θάνωσ’ Ἡρακλέους ,
48 βωμὸν καθίζω τόνδε σωτῆρος Διός ,
49 ὃν καλλινίκου δορὸς ἄγαλμ’ ἱδρύσατο
50 Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος .
51 πάντων δὲ χρεῖοι τάσδ’ ἕδρας φυλάσσομεν ,
52 σίτων ποτῶν ἐσθῆτος , ἀστρώτῳ πέδῳ
53 πλευρὰς τιθέντες · ἐκ γὰρ ἐσφραγισμένοι
54 δόμων καθήμεθ’ ἀπορίᾳ σωτηρίας .
55 φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους ,
56 οἳ δ’ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν .
57 τοιοῦτον ἀνθρώποισιν δυσπραξία ·
58 ἧς μήποθ’ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
59 τύχοι , φίλων ἔλεγχον ἀψευδέστατον .