Ἱππόλυτος
73 σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
74 λειμῶνος , δέσποινα , κοσμήσας φέρω ,
75 ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
76 οὔτ’ ἦλθέ πω σίδαρος , ἀλλ’ ἀκήρατον
77 μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται ,
78 Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις ·
79 ὅσοις διδακτὸν μηδέν , ἀλλ’ ἐν τῇ φύσει
80 τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς ,
81 τούτοις δρέπεσθαι , τοῖς κακοῖσι δ’ οὐ θέμις .
82 ἀλλ’ , φίλη δέσποινα , χρυσέας κόμης
83 ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο .
84 μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν ·
85 σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι ,
86 κλύων μὲν αὐδήν , ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν .
87 τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου .
Θεράπων
88 ἄναξ θεοὺς γὰρ δεσπότας καλεῖν χρεών
89 ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ ;
Ἱππόλυτος
90 καὶ κάρτα γ’ · γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν .
Θεράπων
91 οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος [ ... ]
Ἱππόλυτος
92 οὐκ οἶδα · τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι ;
Θεράπων
93 μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον .
Ἱππόλυτος
94 ὀρθῶς γε · τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν ;