Ἱππόλυτος
616 Ζεῦ , τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
617 γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας ;
618 εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος ,
619 οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε ,
620 ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
621 χρυσὸν σίδηρον χαλκοῦ βάρος
622 παίδων πρίασθαι σπέρμα , τοῦ τιμήματος
623 τῆς ἀξίας ἕκαστον , ἐν δὲ δώμασιν
624 ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ .
625 [ νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν ]
626 [ μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν . ]
627 τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα ·
628 προσθεὶς γὰρ σπείρας τε καὶ θρέψας πατὴρ
629 φερνὰς ἀπῴκισ’ , ὡς ἀπαλλαχθῇ κακοῦ .
630 δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
631 γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
632 καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
633 δύστηνος , ὄλβον δωμάτων ὑπεξελών .
634 [ ἔχει δ’ ἀνάγκην , ὥστε κηδεύσας καλοῖς ]
635 [ γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος , ]
636 [ χρηστὰ λέκτρα , πενθεροὺς δ’ ἀνωφελεῖς ]
637 [ λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές . ]
638 ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν , ἀλλ’ ἀνωφελὴς
639 εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή .
640 σοφὴν δὲ μισῶ · μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
641 εἴη φρονοῦσα πλείον’ γυναῖκα χρή .
642 τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
643 ἐν ταῖς σοφαῖσιν · δ’ ἀμήχανος γυνὴ
644 γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη .
645 χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν ,
646 ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
647 θηρῶν , ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
648 μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν .
649 νῦν δ’ αἳ μὲν ἔνδον { δρῶσιν αἱ κακαὶ } κακὰ
650 βουλεύματ’ , ἔξω δ’ ἐκφέρουσι πρόσπολοι .
651 ὡς καὶ σύ γ’ ἡμῖν πατρός , κακὸν κάρα ,
652 λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς ·
653 ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι ,
654 ἐς ὦτα κλύζων . πῶς ἂν οὖν εἴην κακός ,
655 ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ ;
656 εὖ δ’ ἴσθι , τοὐμόν σ’ εὐσεβὲς σῴζει , γύναι ·
657 εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην ,
658 οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί .
659 νῦν δ’ ἐκ δόμων μέν , ἔστ’ ἂν ἔκδημος χθονὸς
660 Θησεύς , ἄπειμι · σῖγα δ’ ἕξομεν στόμα .
661 θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
662 πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή ·
663 τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος .
664 ὄλοισθε . μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
665 γυναῖκας , οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν ·
666 ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί .
667 νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω ,
668 κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί .