Φαίδρα
723 θανεῖν · ὅπως δέ , τοῦτ’ ἐγὼ βουλεύσομαι .
Χορός
724 εὔφημος ἴσθι .
Φαίδρα
καὶ σύ γ’ εὖ με νουθέτει .
725 ἐγὼ δὲ Κύπριν , ἥπερ ἐξόλλυσί με ,
726 ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ
727 τέρψω · πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι .
728 ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι
729 θανοῦσ’ , ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς
730 ὑψηλὸς εἶναι · τῆς νόσου δὲ τῆσδέ μοι
731 κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται .