Ἑρμῆς
1 Ἄτλας , ὁ χαλκέοισι [ νώτοις οὐρανὸν ]
2 [ θεῶν παλαιὸν οἶκον ἐκτρίβων , θεῶν ]
3 [ μιᾶς ] ἔφυσε Μαῖαν , ἣ ’μ’ ἐγείνατο
4 Ἑρμῆν μεγίστῳ Ζηνί , δαιμόνων λάτριν .
5 ἥκω δὲ Δελφῶν τήνδε γῆν , ἵν’ ὀμφαλὸν
6 μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
7 τά τ’ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί .
8 ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις ,
9 τῆς χρυσολόγχου Παλλάδος κεκλημένη ,
10 οὗ παῖδ’ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
11 βίᾳ Κρέουσαν , ἔνθα προσβόρρους πέτρας
12 Παλλάδος ὑπ’ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
13 Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος .
14 ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —
15 γαστρὸς διήνεγκ’ ὄγκον . ὡς δ’ ἦλθεν χρόνος ,
16 τεκοῦσ’ ἐν οἴκοις παῖδ’ ἀπήνεγκεν βρέφος
17 ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
18 Κρέουσα , κἀκτίθησιν ὡς θανούμενον
19 κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ ,
20 προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
21 Ἐριχθονίου . κείνῳ γὰρ ἡ Διὸς κόρη
22 φρουρὼ παραζεύξασα φύλακε σώματος
23 δισσὼ δράκοντε , παρθένοις Ἀγλαυρίσι
24 δίδωσι σῴζειν · ὅθεν Ἐρεχθείδαις ἐκεῖ
25 νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
26 τρέφειν τέκνα . ἀλλ’ ἣν εἶχε παρθένος χλιδὴν
27 τέκνῳ προσάψασ’ ἔλιπεν ὡς θανουμένῳ .
28 κἄμ’ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε ·
29 ὦ σύγγον’ , ἐλθὼν λαὸν εἰς αὐτόχθονα
30 κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
31 λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
32 αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ’ οἷς ἔχει
33 ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια ,
34 καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν .
35 τὰ δ’ ἄλλ’ — ἐμὸς γάρ ἐστιν , ὡς εἰδῇς , ὁ παῖς —
36 ἡμῖν μελήσει . Λοξίᾳ δ’ ἐγὼ χάριν
37 πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
38 ἤνεγκα , καὶ τὸν παῖδα κρηπίδων ἔπι
39 τίθημι ναοῦ τοῦδ’ , ἀναπτύξας κύτος
40 ἑλικτὸν ἀντίπηγος , ὡς ὁρῷθ’ ὁ παῖς .
41 κυρεῖ δ’ ἅμ’ ἱππεύοντος ἡλίου κύκλῳ
42 προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ ·
43 ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
44 ἐθαύμασ’ εἴ τις Δελφίδων τλαίη κόρη
45 λαθραῖον ὠδῖν’ ἐς θεοῦ ῥῖψαι δόμον ,
46 ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν ·
47 οἴκτῳ δ’ ἀφῆκεν ὠμότητα — καὶ θεὸς
48 συνεργὸς ἦν τῷ παιδὶ μὴ ’κπεσεῖν δόμων —
49 τρέφει δέ νιν λαβοῦσα . τὸν σπείραντα δὲ
50 οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ’ ἧς ἔφυ ,
51 ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται .
52 νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
53 ἠλᾶτ’ ἀθύρων · ὡς δ’ ἀπηνδρώθη δέμας ,
54 Δελφοί σφ’ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
55 ταμίαν τε πάντων πιστόν , ἐν δ’ ἀνακτόροις
56 θεοῦ καταζῇ δεῦρ’ ἀεὶ σεμνὸν βίον .
57 Κρέουσα δ’ ἡ τεκοῦσα τὸν νεανίαν
58 Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ’ ὕπο ·
59 ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις ,
60 οἳ γῆν ἔχουσ’ Εὐβοῖδα , πολέμιος κλύδων ·
61 ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
62 γάμων Κρεούσης ἀξίωμ’ ἐδέξατο ,
63 οὐκ ἐγγενὴς ὤν , Αἰόλου δὲ τοῦ Διὸς
64 γεγὼς Ἀχαιός . χρόνια δὲ σπείρας λέχη
65 ἄτεκνός ἐστι , καὶ Κρέουσ’ · ὧν οὕνεκα
66 ἥκουσι πρὸς μαντεῖ’ Ἀπόλλωνος τάδε
67 ἔρωτι παίδων . Λοξίας δὲ τὴν τύχην
68 ἐς τοῦτ’ ἐλαύνει , κοὐ λέληθεν , ὡς δοκεῖ .
69 δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
70 Ξούθῳ τὸν αὑτοῦ παῖδα , καὶ πεφυκέναι
71 κείνου σφε φήσει , μητρὸς ὡς ἐλθὼν δόμους
72 γνωσθῇ Κρεούσῃ , καὶ γάμοι τε Λοξίου
73 κρυπτοὶ γένωνται παῖς τ’ ἔχῃ τὰ πρόσφορα .
74 Ἴωνα δ’ αὐτόν , κτίστορ’ Ἀσιάδος χθονός ,
75 ὄνομα κεκλῆσθαι θήσεται καθ’ Ἑλλάδα .
76 ἀλλ’ ἐς δαφνώδη γύαλα βήσομαι τάδε ,
77 τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι .
78 ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
79 τόνδ’ , ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
80 δάφνης κλάδοισιν . ὄνομα δ’ , οὗ μέλλει τυχεῖν ,
81 Ἴων’ ἐγώ { νιν } πρῶτος ὀνομάζω θεῶν . [ ... ]