Ἴων
429 τί ποτε λόγοισιν ξένη πρὸς τὸν θεὸν
430 κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ’ αἰνίσσεται ;
431 ἤτοι φιλοῦσά γ’ ἧς ὕπερ μαντεύεται ,
432 καί τι σιγῶσ’ ὧν σιωπᾶσθαι χρεών ;
433 ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
434 μέλει ; προσήκει γ’ οὐδέν . ἀλλὰ χρυσέαις
435 πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
436 δρόσον καθήσω . νουθετητέος δέ μοι
437 Φοῖβος , τί πάσχει · παρθένους βίᾳ γαμῶν
438 προδίδωσι ; παῖδας ἐκτεκνούμενος λάθρᾳ
439 θνῄσκοντας ἀμελεῖ ; μὴ σύ γ’ · ἀλλ’ , ἐπεὶ κρατεῖς ,
440 ἀρετὰς δίωκε . καὶ γὰρ ὅστις ἂν βροτῶν
441 κακὸς πεφύκῃ , ζημιοῦσιν οἱ θεοί .
442 πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
443 γράψαντας , αὐτοὺς ἀνομίαν ὀφλισκάνειν ;
444 εἰ δ’ οὐ γὰρ ἔσται , τῷ λόγῳ δὲ χρήσομαι
445 δίκας βιαίων δώσετ’ ἀνθρώποις γάμων ,
446 σὺ καὶ Ποσειδῶν Ζεύς θ’ ὃς οὐρανοῦ κρατεῖ ,
447 ναοὺς τίνοντες ἀδικίας κενώσετε .
448 τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
449 σπεύδοντες ἀδικεῖτ’ . οὐκέτ’ ἀνθρώπους κακῶς
450 λέγειν δίκαιον , εἰ τὰ τῶν θεῶν καλὰ
451 μιμούμεθ’ , ἀλλὰ τοὺς διδάσκοντας τάδε . [ ... ]