Τροφός
1 Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
2 Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας ,
3 μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
4 τμηθεῖσα πεύκη , μηδ’ ἐρετμῶσαι χέρας
5 ἀνδρῶν ἀρίστων , οἳ τὸ πάγχρυσον δέρας
6 Πελίᾳ μετῆλθον . οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
7 Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
8 ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος ·
9 οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
10 πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
11 ξὺν ἀνδρὶ καὶ τέκνοισιν , ἁνδάνουσα μὲν
12 φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα ,
13 αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι ·
14 ἥπερ μεγίστη γίγνεται σωτηρία ,
15 ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ .
16 νῦν δ’ ἐχθρὰ πάντα , καὶ νοσεῖ τὰ φίλτατα .
17 προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
18 γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται ,
19 γήμας Κρέοντος παῖδ’ , ὃς αἰσύμνᾷ χθονός ·
20 Μήδεια δ’ δύστηνος ἠτιμασμένη
21 βοᾷ μὲν ὅρκους , ἀνακαλεῖ δὲ δεξιάς ,
22 πίστιν μεγίστην , καὶ θεοὺς μαρτύρεται
23 οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ .
24 κεῖται δ’ ἄσιτος , σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι ,
25 τὸν πάντα συντήκουσα δακρύοις χρόνον ,
26 ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη ,
27 οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
28 πρόσωπον · ὡς δὲ πέτρος θαλάσσιος
29 κλύδων ἀκούει νουθετουμένη φίλων ·
30 ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
31 αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
32 καὶ γαῖαν οἴκους θ’ , οὓς προδοῦσ’ ἀφίκετο
33 μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει .
34 ἔγνωκε δ’ τάλαινα συμφορᾶς ὕπο
35 οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός .
36 στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται .
37 δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον ·
38 βαρεῖα γὰρ φρήν , οὐδ’ ἀνέξεται κακῶς
39 πάσχουσ’ · ἐγᾦδα τήνδε , δειμαίνω τέ νιν
40 μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος ,
41 σιγῇ δόμους εἰσβᾶσ’ , ἵν’ ἔστρωται λέχος ,
42 καὶ τύραννον τόν τε γήμαντα κτάνῃ ,
43 κἄπειτα μείζω συμφορὰν λάβῃ τινά .
44 δεινὴ γάρ · οὔτοι ῥᾳδίως γε συμβαλὼν
45 ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται .
46 ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
47 στείχουσι , μητρὸς οὐδὲν ἐννοούμενοι
48 κακῶν · νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ .