Ἰάσων
522 δεῖ μ’ , ὡς ἔοικε , μὴ κακὸν φῦναι λέγειν ,
523 ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
524 ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
525 τὴν σὴν στόμαργον , γύναι , γλωσσαλγίαν .
526 ἐγὼ δ’ , ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν ,
527 Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
528 σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην .
529 σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός ἀλλ’ ἐπίφθονος
530 λόγος διελθεῖν , ὡς Ἔρως σ’ ἠνάγκασε
531 { τόξοις ἀφύκτοις } τοὐμὸν ἐκσῷσαι δέμας .
532 ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν ·
533 ὅπῃ γὰρ οὖν ὤνησας , οὐ κακῶς ἔχει .
534 μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
535 εἴληφας δέδωκας , ὡς ἐγὼ φράσω .
536 πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
537 γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
538 νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν ·
539 πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
540 καὶ δόξαν ἔσχες · εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις
541 ὅροισιν ᾤκεις , οὐκ ἂν ἦν λόγος σέθεν .
542 εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
543 μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος ,
544 εἰ μὴ ’πίσημος τύχη γένοιτό μοι .
545 τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
546 ἔλεξ’ · ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων .
547 δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας ,
548 ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς ,
549 ἔπειτα σώφρων , εἶτα σοὶ μέγας φίλος
550 καὶ παισὶ τοῖς ἐμοῖσιν ἀλλ’ ἔχ’ ἥσυχος .
551 ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
552 πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους ,
553 τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
554 παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς ;
555 οὐχ , σὺ κνίζῃ , σὸν μὲν ἐχθαίρων λέχος ,
556 καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος ,
557 οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων ·
558 ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι ·
559 ἀλλ’ ὡς , τὸ μὲν μέγιστον , οἰκοῖμεν καλῶς
560 καὶ μὴ σπανιζοίμεσθα , γιγνώσκων ὅτι
561 πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος ,
562 παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
563 σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
564 ἐς ταὐτὸ θείην , καὶ ξυναρτήσας γένος
565 εὐδαιμονοῖμεν . σοί τε γὰρ παίδων τί δεῖ ;
566 ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
567 τὰ ζῶντ’ ὀνῆσαι . μῶν βεβούλευμαι κακῶς ;
568 οὐδ’ ἂν σὺ φαίης , εἴ σε μὴ κνίζοι λέχος .
569 ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
570 εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε ,
571 ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος ,
572 τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
573 τίθεσθε . χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
574 παῖδας τεκνοῦσθαι , θῆλυ δ’ οὐκ εἶναι γένος ·
575 χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν .