Ἕκτωρ
52 ἐς καιρὸν ἥκεις , καίπερ ἀγγέλλων φόβον ·
53 ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
54 λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
55 μέλλουσι · σαίνει μ’ ἔννυχος φρυκτωρία .
56 δαῖμον , ὅστις μ’ εὐτυχοῦντ’ ἐνόσφισας
57 θοίνης λέοντα , πρὶν τὸν Ἀργείων στρατὸν
58 σύρδην ἅπαντα τῷδ’ ἀναλῶσαι δορί .
59 εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
60 λαμπτῆρες , οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ ,
61 πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
62 κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί .
63 κἀγὼ μὲν πρόθυμος ἱέναι δόρυ
64 ἐν νυκτὶ χρῆσθαί τ’ εὐτυχεῖ ῥύμῃ θεοῦ ·
65 ἀλλ’ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
66 μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
67 κἄπειτ’ Ἀχαιῶν μηδέν’ ἐν χέρσῳ λιπεῖν .
68 οἳ δ’ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
69 βουλάς · ἐν ὄρφνῃ δραπέτης μέγα σθένει .
70 ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
71 τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ’ ὕπνου ,
72 ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
73 νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ ,
74 οἳ δ’ ἐν βρόχοισι δέσμιοι λελημμένοι
75 Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν .