Αἰνείας
99 σὺ δ’ ὡς τί δράσων πρὸς τάδ’ ὁπλίζῃ χέρας ;
Ἕκτωρ
100 φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν
101 λόγχῃ καθέξω κἀπικείσομαι βαρύς ·
102 αἰσχρὸν γὰρ ἡμῖν , καὶ πρὸς αἰσχύνῃ κακόν ,
103 θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
104 φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά .