Δόλων
201 στείχοιμ’ ἄν · ἐλθὼν { δ’ } ἐς δόμους ἐφέστιος
202 σκευῇ πρεπόντως σῶμ’ ἐμὸν καθάψομαι ,
203 κἀκεῖθεν ἥσω ναῦς ἐπ’ Ἀργείων πόδα .
Χορός
204 ἐπεὶ τίν’ ἄλλην ἀντὶ τῆσδ’ ἕξεις στολήν ;
Δόλων
205 πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι .
Χορός
206 σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν ·
207 λέξον , τίς ἔσται τοῦδε σώματος σαγή ;
Δόλων
208 λύκειον ἀμφὶ νῶτ’ ἐνάψομαι δορὰν
209 καὶ χάσμα θηρὸς ἀμφ’ ἐμῷ θήσω κάρᾳ ,
210 βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
211 καὶ κῶλα κώλοις , τετράπουν μιμήσομαι
212 λύκου κέλευθον πολεμίοις δυσεύρετον ,
213 τάφροις πελάζων καὶ νεῶν προβλήμασιν .
214 ὅταν δ’ ἔρημον χῶρον ἐμβαίνω ποδί ,
215 δίβαμος εἶμι · τῇδε σύγκειται δόλος .
Χορός
216 ἀλλ’ εὖ σ’ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
217 πέμψειεν Ἑρμῆς , ὅς γε φηλητῶν ἄναξ .
218 ἔχεις δὲ τοὔργον · εὐτυχεῖν μόνον σε δεῖ .
Δόλων
219 σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
220 οἴσω κάρα σοι σύμβολον δ’ ἔχων σαφὲς
221 φήσεις Δόλωνα ναῦς ἐπ’ Ἀργείων μολεῖν
222 παῖδα Τυδέως · οὐδ’ ἀναιμάκτῳ χερὶ
223 ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα .