Αἴθρα
1 Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς
2 τῆσδ’ , οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς ,
3 εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν
4 πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα ,
5 ἐν με θρέψας ὀλβίοις ἐν δώμασιν
6 Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
7 Αἰγεῖ δάμαρτα , Λοξίου μαντεύμασιν .
8 ἐς τάσδε γὰρ βλέψασ’ ἐπηυξάμην τάδε
9 γραῦς , αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς
10 ἱκτῆρι θαλλῷ προσπίτνουσ’ ἐμὸν γόνυ ,
11 πάθος παθοῦσαι δεινόν · ἀμφὶ γὰρ πύλας
12 Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
13 ἄπαιδές εἰσιν , οὕς ποτ’ Ἀργείων ἄναξ
14 Ἄδραστος ἤγαγ’ , Οἰδίπου παγκληρίας
15 μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
16 γαμβρῷ . νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
17 θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
18 εἴργουσιν οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν
19 δοῦναι θέλουσι , νόμιμ’ ἀτίζοντες θεῶν .
20 κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς
21 Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
22 κεῖται , τό τ’ ἔγχος τήν τε δυστυχεστάτην
23 στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων ·
24 ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς
25 νεκρῶν κομιστὴν λόγοισιν δορὸς
26 ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον ,
27 μόνον τόδ’ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
28 πόλει τ’ Ἀθηνῶν . τυγχάνω δ’ ὑπὲρ χθονὸς
29 ἀρότου προθύουσ’ , ἐκ δόμων ἐλθοῦσ’ ἐμῶν
30 πρὸς τόνδε σηκόν , ἔνθα πρῶτα φαίνεται
31 φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς .
32 δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος
33 μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
34 Κόρης τε καὶ Δήμητρος , οἰκτίρουσα μὲν
35 πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων ,
36 σέβουσα δ’ ἱερὰ στέμματ’ . οἴχεται δέ μοι
37 κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν ,
38 ὡς τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός ,
39 τάσδ’ ἀνάγκας ἱκεσίους λύσῃ , θεοὺς
40 ὅσιόν τι δράσας · πάντα γὰρ δι’ ἀρσένων
41 γυναιξὶ πράσσειν εἰκός , αἵτινες σοφαί .
Χορός
42 ἱκετεύω σε , γεραιά ,
43 γεραιῶν ἐκ στομάτων , πρὸς
44 γόνυ πίπτουσα τὸ σόν ·
45 ἄνομοι [ ... ] τέκνα λῦσαι . φθιμένων
46 νεκύων οἳ καταλείπουσι μέλη
47 θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν · [ ... ]
48 ἐσιδοῦσ’ οἰκτρὰ μὲν ὄσσων
49 δάκρυ’ ἀμφὶ βλεφάροις , ῥυσὰ
50 δὲ σαρκῶν πολιᾶν
51 καταδρύμματα χειρῶν · τί γάρ ;
52 φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
53 προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ . [ ... ]
54 ἔτεκες καὶ σύ ποτ’ , πότνια , κοῦρον
55 φίλα ποιησαμένα λέκτρα
56 πόσει σῷ · μετά νυν
57 δὸς ἐμοὶ σᾶς διανοίας ,
58 μετάδος δ’ , ὅσσον ἐπαλγῶ μελέα { ’γὼ }
59 φθιμένων οὓς ἔτεκον ·
60 παράπεισον δὲ σόν , , λισσόμεθ’ , ἐλθεῖν
61 τέκνον Ἰσμηνὸν ἐμάν τ’ ἐς χέρα θεῖναι
62 νεκύων θαλερᾷ σώματ’ ἀλαίνοντ’ ἄταφα . [ ... ]
63 ὁσίως οὔχ , ὑπ’ ἀνάγκας δὲ προπίπτουσα