Ποσειδῶν
1 Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
2 πόντου Ποσειδῶν , ἔνθα Νηρῄδων χοροὶ
3 κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός .
4 ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
5 Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
6 ὀρθοῖσιν ἔθεμεν κανόσιν , οὔποτ’ ἐκ φρενῶν
7 εὔνοι’ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει ·
8 νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
9 ὄλωλε πορθηθεῖσ’ · γὰρ Παρνάσιος
10 Φωκεὺς Ἐπειός , μηχαναῖσι Παλλάδος
11 ἐγκύμον’ ἵππον τευχέων ξυναρμόσας ,
12 πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας ·
13 [ ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται ]
14 [ Δούρειος Ἵππος , κρυπτὸν ἀμπισχὼν δόρυ . ]
15 ἔρημα δ’ ἄλση καὶ θεῶν ἀνάκτορα
16 φόνῳ καταρρεῖ · πρὸς δὲ κρηπίδων βάθροις
17 πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών .
18 πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
19 πρὸς ναῦς Ἀχαιῶν πέμπεται · μένουσι δὲ
20 πρύμνηθεν οὖρον , ὡς δεκασπόρῳ χρόνῳ
21 ἀλόχους τε καὶ τέκν’ εἰσίδωσιν ἄσμενοι ,
22 οἳ τήνδ’ ἐπεστράτευσαν Ἕλληνες πόλιν .
23 ἐγὼ δέ νικῶμαι γὰρ Ἀργείας θεοῦ
24 Ἥρας Ἀθάνας θ’ , αἳ συνεξεῖλον Φρύγας
25 λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ’ ἐμούς ·
26 ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή ,
27 νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει .
28 πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
29 βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων .
30 καὶ τὰς μὲν Ἀρκάς , τὰς δὲ Θεσσαλὸς λεὼς
31 εἴληχ’ Ἀθηναίων τε Θησεῖδαι πρόμοι .
32 ὅσαι δ’ ἄκληροι Τρῳάδων , ὑπὸ στέγαις
33 ταῖσδ’ εἰσί , τοῖς πρώτοισιν ἐξῃρημέναι
34 στρατοῦ , σὺν αὐταῖς δ’ Λάκαινα Τυνδαρὶς
35 Ἑλένη , νομισθεῖσ’ αἰχμάλωτος ἐνδίκως .
36 τὴν δ’ ἀθλίαν τήνδ’ εἴ τις εἰσορᾶν θέλει ,
37 πάρεστιν , Ἑκάβην κειμένην πυλῶν πάρος ,
38 δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ ·
39 παῖς μὲν ἀμφὶ μνῆμ’ Ἀχιλλείου τάφου
40 λάθρα τέθνηκε τλημόνως Πολυξένη ·
41 φροῦδος δὲ Πρίαμος καὶ τέκν’ · ἣν δὲ παρθένον
42 μεθῆκ’ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ ,
43 τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ’ εὐσεβὲς
44 γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος .
45 ἀλλ’ , ποτ’ εὐτυχοῦσα , χαῖρέ μοι , πόλις
46 ξεστόν τε πύργωμ’ · εἴ σε μὴ διώλεσεν
47 Παλλὰς Διὸς παῖς , ἦσθ’ ἂν ἐν βάθροις ἔτι .