Ἀνδρομάχη
634 μῆτερ , { τεκοῦσα } , κάλλιστον λόγον
635 ἄκουσον , ὥς σοι τέρψιν ἐμβαλῶ φρενί .
636 τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω ,
637 τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν .
638 ἀλγεῖ γὰρ οὐδὲν { τῶν κακῶν ᾐσθημένος · }
639 δ’ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640 ψυχὴν ἀλᾶται τῆς πάροιθ’ εὐπραξίας .
641 κείνη δ’ , ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς ,
642 τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν .
643 ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
644 λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον .
645 γὰρ γυναιξὶ σώφρον’ ἔσθ’ ηὑρημένα ,
646 ταῦτ’ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας .
647 πρῶτον μέν , ἔνθα κἂν προσῇ κἂν μὴ προσῇ
648 ψόγος γυναιξίν αὐτὸ τοῦτ’ ἐφέλκεται
649 κακῶς ἀκούειν , ἥτις οὐκ ἔνδον μένει ,
650 τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις ·
651 ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
652 οὐκ εἰσεφρούμην , τὸν δὲ νοῦν διδάσκαλον
653 οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί .
654 γλώσσης τε σιγὴν ὄμμα θ’ ἥσυχον πόσει
655 παρεῖχον · ᾔδη δ’ ἁμὲ χρῆν νικᾶν πόσιν ,
656 κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι .
657 καὶ τῶνδε κληδὼν ἐς στράτευμ’ Ἀχαιϊκὸν
658 ἐλθοῦσ’ ἀπώλεσέν μ’ · ἐπεὶ γὰρ ᾑρέθην ,
659 Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660 δάμαρτα · δουλεύσω δ’ ἐν αὐθεντῶν δόμοις .
661 κεἰ μὲν παρώσασ’ Ἕκτορος φίλον κάρα
662 πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα ,
663 κακὴ φανοῦμαι τῷ θανόντι · τόνδε δ’ αὖ
664 στυγοῦσ’ ἐμαυτῆς δεσπόταις μισήσομαι .
665 καίτοι λέγουσιν ὡς μί’ εὐφρόνη χαλᾷ
666 τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος ·
667 ἀπέπτυσ’ αὐτήν , ἥτις ἄνδρα τὸν πάρος
668 καινοῖσι λέκτροις ἀποβαλοῦσ’ ἄλλον φιλεῖ .
669 ἀλλ’ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
670 τῆς συντραφείσης , ῥᾳδίως ἕλξει ζυγόν .
671 καίτοι τὸ θηριῶδες ἄφθογγόν τ’ ἔφυ
672 ξυνέσει τ’ ἄχρηστον τῇ φύσει τε λείπεται .
673 σὲ δ’ , φίλ’ Ἕκτορ , εἶχον ἄνδρ’ ἀρκοῦντά μοι
674 ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν ·
675 ἀκήρατον δέ μ’ ἐκ πατρὸς λαβὼν δόμων
676 πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος .
677 καὶ νῦν ὄλωλας μὲν σύ , ναυσθλοῦμαι δ’ ἐγὼ
678 πρὸς Ἑλλάδ’ αἰχμάλωτος ἐς δοῦλον ζυγόν .
679 ἆρ’ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
680 Πολυξένης ὄλεθρος , ἣν καταστένεις ;
681 ἐμοὶ γὰρ οὐδ’ πᾶσι λείπεται βροτοῖς
682 ξύνεστιν ἐλπίς , οὐδὲ κλέπτομαι φρένας
683 πράξειν τι κεδνόν · ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν .