1.11 οὔκων δὴ ἔπειθε , ἀλλ’ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπ’ ἄλλων ἀπόλλυσθαι · αἱρέεται αὐτὸς περιεῖναι . ἐπειρώτα δὴ λέγων τάδε . ʹ ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα , φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ . ʹ ἣ δὲ ὑπολαβοῦσα ἔφη ʹ ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν , ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται . ʹ
1.12 ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλήν , νυκτὸς γενομένης ʹοὐ γὰρ ἐμετίετο ὁ Γύγης , οὐδέ οἱ ἦν ἀπαλλαγὴ οὐδεμία , ἀλλ’ ἔδεε ἤ αὐτὸν ἀπολωλέναι ἢ Κανδαύλεἀ εἵπετο ἐς τὸν θάλαμον τῇ γυναικί , καί μιν ἐκείνη , ἐγχειρίδιον δοῦσα , κατακρύπτει ὑπὸ τὴν αὐτὴν θύρην . καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαύλεω ὑπεκδύς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιληίην Γύγης τοῦ καὶ Ἀρχίλοχος ὁ Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη .
1.13 ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου . ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινόν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν , συνέβησαν ἐς τὠυτὸ οἳ τε τοῦ Γύγεω στασιῶται καί οἱ λοιποὶ Λυδοί , ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν , τόν δὲ βασιλεύειν , ἤν δὲ μή , ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν .