1.72 ὁ γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἀρχῆς καὶ τῆς Λυδικῆς ὁ Ἅλυς ποταμός , ὃς ῥέει ἐξ Ἀρμενίου ὄρεος διὰ Κιλίκων , μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων , ἐκ δὲ τοῦ ἑτέρου Φρύγας · παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει , ἐξ εὐωνύμου δὲ Παφλαγόνας . οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον . ἔστι δὲ αὐχὴν οὗτος τῆς χώρης ταύτης ἁπάσης · μῆκος ὁδοῦ εὐζώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται .
1.73 ἐστρατεύετο δὲ ὁ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἵνεκα , καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος , καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐὼν καὶ τίσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον . Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω , ἐόντα Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα , Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε , γενόμενον γαμβρὸν Κροίσῳ ὧδε . Σκυθέων τῶν νομάδων εἴλῃ ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν · ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω , ὃς τοὺς Σκύθας τούτους τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας · ὥστε δὲ περὶ πολλοῦ ποιεόμενος αὐτούς , παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμαθεῖν καὶ τὴν τέχνην τῶν τόξων .