1.87 ʹ Κροῖσε , τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι ; ʹ ὁ δὲ εἶπε ʹ ὦ βασιλεῦ , ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ , τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ , αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπαείρας ἐμὲ στρατεύεσθαι . οὐδεὶς γὰρ οὕτω ἀνόητος ἐστὶ ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται · ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι , ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας . ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι . ʹ
1.88 ὅ μὲν ταῦτα ἔλεγε , Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε , ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες . ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν · μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε ʹ ὦ βασιλεῦ , κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή ; ʹ Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο . ὁ δὲ αὐτὸν εἰρώτα λέγων ʹ οὗτος ὁ πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται ; ʹ ὁ δὲ εἶπε ʹ πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει . ʹ Κροῖσος δὲ ἀμείβετο ʹ οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει · οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα · ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά . ʹ