1.110 ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο , ἔλεγε ὁ Ἅρπαγος τάδε . ʹ κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων , ὅκως ἂν τάχιστα διαφθαρείη · καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν , ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς , ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι . ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ . ʹ
1.111 ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν . τῷ δ’ ἄρα καὶ αὐτῷ ἡ γυνή , ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην , τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν . ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι , ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων , ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα . ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη , οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο . ὁ δὲ εἶπε ʹ ὤ γύναι , εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους . οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο , ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω .