1.115 ʹ σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρ’ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν ; ʹ ὁ δὲ ἀμείβετο ὧδε . ʹ ὦ δέσποτα , ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ . οἱ γάρ με ἐκ τῆς κώμης παῖδες , τῶν καὶ ὅδε ἦν , παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα · ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος . οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον , οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα , ἐς ὃ ἔλαβὲ τὴν δίκην . εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί , ὅδε τοὶ πάρειμι . ʹ
1.116 ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ , καὶ οἱ ὅ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ἡ ὑπόκρισις ἐλευθερωτέρη εἶναι , ὅ τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν . ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν · μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε , θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα , ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ , ʹ Ἀρτέμβαρες , ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι . ʹ τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει , τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος , ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μοῦνος μουνόθεν , τάδε αὐτὸν εἴρετο ὁ Ἀστυάγεος , κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς .