1.203 ἡ δὲ Κασπίη θάλασσα ἐστὶ ἐπ’ ἑωυτῆς , οὐ συμμίσγουσα τῇ ἑτέρῃ θαλάσσῃ . τὴν μὲν γὰρ Ἕλληνὲς ναυτίλλονται πᾶσα καὶ ἡ ἔξω στηλέων θάλασσα ἡ Ἀτλαντὶς καλεομένη καὶ ἡ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει . ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπ’ ἑωυτῆς , ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων , εὖρος δέ , τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ἡμερέων . καὶ τὰ μὲν πρὸς τὴν ἑσπέρην φέροντα τῆς θαλάσσης ταύτης ὁ Καύκασος παρατείνει , ἐὸν ὀρέων καὶ πλήθεϊ μέγιστον καὶ μεγάθεϊ ὑψηλότατον . ἔθνεα δὲ ἀνθρώπων πολλὰ καὶ παντοῖα ἐν ἑωυτῷ ἔχει ὁ Καύκασος , τὰ πολλὰ πάντα ἀπ’ ὕλης ἀγρίης ζώοντα · ἐν τοῖσι καὶ δένδρεα φύλλα τοιῆσδε ἰδέης παρεχόμενα εἶναι λέγεται , τὰ τρίβοντάς τε καὶ παραμίσγοντας ὕδωρ ζῷα ἑωυτοῖσι ἐς τὴν ἐσθῆτα ἐγγράφειν · τὰ δὲ ζῷα οὐκ ἐκπλύνεσθαι , ἀλλὰ συγκαταγηράσκειν τῷ ἄλλῳ εἰρίῳ κατὰ περ ἐνυφανθέντα ἀρχήν . μῖξιν δὲ τούτων τῶν ἀνθρώπων εἶναι ἐμφανέα κατὰ περ τοῖσι προβάτοισι .
1.204 τὰ μὲν δὴ πρὸς ἑσπέρην τῆς θαλάσσης ταύτης τῆς Κασπίης καλεομένης ὁ Καύκασος ἀπέργει , τὰ δὲ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα πεδίον ἐκδέκεται πλῆθος ἄπειρον ἐς ἄποψιν . τοῦ ὦν δὴ πεδίου τούτου τοῦ μεγάλου οὐκ ἐλαχίστην μοῖραν μετέχουσι οἱ Μασσαγέται , ἐπ’ οὓς ὁ Κῦρος ἔσχε προθυμίην στρατεύσασθαι .