4.50 ὅσω δὲ πλέον ἐπ’ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῶ θέρει ἢ ἐν τῷ χειμῶνι , τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος · ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται , ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα .
4.51 εἷς μὲν δὴ τῶν ποταμῶν τοῖσι Σκύθῃσι ἐστὶ ὁ Ἴστρος , μετὰ δὲ τοῦτον Τύρης , ὃς ἀπὸ βορέω μὲν ἀνέμου ὁρμᾶται , ἄρχεται δὲ ῥέων ἐκ λίμνης μεγάλης ἣ οὐρίζει τήν τε Σκυθικὴν καὶ Νευρίδα γῆν . ἐπὶ δὲ τῷ στόματι αὐτοῦ κατοίκηνται Ἕλληνες οἳ Τυρῖται καλέονται .
4.52 τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς , ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί · καλέεται δὲ ἡ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος . ἐκ ταύτης ὦν ἀνατέλλων ὁ Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι , ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς δεινῶς · ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή , οὕτω δή τι ἐοῦσα πικρή , ἣ μεγάθει σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν . ἔστι δὲ ἡ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζόνων · οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ σκυθιστὶ μὲν Ἐξαμπαῖος , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ ὁδοί . συνάγουσι δὲ τὰ τέρματα ὅ τε Τύρης καὶ ὁ Ὕπανις κατὰ Ἀλαζόνας , τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον .