5.33 δεθέντος δὲ τοῦ Σκύλακος , ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ τὸν Μύνδιον Μεγαβάτης δήσας λυμαίνοιτο . ὃ δ’ ἐλθὼν παραιτέετο τὸν Πέρσην , τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο , αὐτὸς ἐλθὼν ἔλυσε . πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο ὁ Μεγαβάτης καὶ ἐσπέρχετο τῷ Ἀρισταγόρῃ , ὁ δὲ εἶπε ʹ σοὶ δὲ καὶ τούτοισι τοῖσι πρήγμασι τί ἐστι ; οὐ σὲ ἀπέστειλε Ἀρταφρένης ἐμέο πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω ; τί πολλὰ πρήσσεις ; ʹ ταῦτα εἶπε ὁ Ἀρισταγόρης . ὁ δὲ θυμωθεὶς τούτοισι , ὡς νὺξ ἐγένετο , ἔπεμπε ἐς Νάξον πλοίῳ ἄνδρας φράσοντας τοῖσι Ναξίοισι πάντα τὰ παρεόντα σφι πρήγματα .
5.34 οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι . ἐπεὶ μέντοι ἐπύθοντο , αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ τεῖχος , παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ ποτά , καὶ τὸ τεῖχος ἐσάξαντο . καὶ οὗτοι μὲν παρεσκευάζοντο ὡς παρεσομένου σφι πολέμου · οἳ δ’ ἐπείτε διέβαλον ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον , πρὸς πεφραγμένους προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας . ὡς δὲ τά τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι , ταῦτα κατεδεδαπάνητό σφι , καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά , τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη , ἐνθαῦτα τείχεα τοῖσι φυγάσι τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον κακῶς πρήσσοντες .