5.49 ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη , ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα , ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται , καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί · ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε . ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους , τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου , τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν · παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως , ἄλλο τι αἱρήσεσθε ; ʹ Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε , Κλεομένης δὲ ἀμείβετο τοῖσιδε . ʹ ὦ ξεῖνε Μιλήσιε , ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι . ʹ
5.50 τότε μὲν ἐς τοσοῦτον ἤλασαν · ἐπείτε δὲ ἡ κυρίη ἡμέρη ἐγένετο τῆς ὑποκρίσιος καὶ ἦλθον ἐς τὸ συγκείμενον , εἴρετο ὁ Κλεομένης τὸν Ἀρισταγόρην ὁκοσέων ἡμερέων ἀπὸ θαλάσσης τῆς Ἰώνων ὁδὸς εἴη παρὰ βασιλέα . ὁ δὲ Ἀρισταγόρης τἆλλα ἐὼν σοφὸς καὶ διαβάλλων ἐκεῖνον εὖ ἐν τούτῳ ἐσφάλη · χρὲον γάρ μιν μὴ λέγειν τὸ ἐόν , βουλόμενόν γε Σπαρτιήτας ἐξαγαγεῖν ἐς τὴν Ἀσίην , λέγει δ’ ὦν τριῶν μηνῶν φὰς εἶναι τὴν ἄνοδον . ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον τὸν ὁ Ἀρισταγόρης ὥρμητο λέγειν περὶ τῆς ὁδοῦ , εἶπε