5.72 ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι , ὅ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν . Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο · τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι . ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη . ὡς γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν , ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων · ἡ δὲ ἱρείη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου , πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι , εἶπε ʹ ὦ ξεῖνε Λακεδαιμόνιε , πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν · οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα . ʹ ὁ δὲ εἶπε ʹ ὦ γύναι , ἀλλ’ οὐ Δωριεύς εἰμι ἀλλ’ Ἀχαιός . ʹ ὃ μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων · τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ , ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν , τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμ’ ἂν μέγιστα καταλέξαι .
5.73 οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν . Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις , συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας · ἠπιστέατο γὰρ σφίσι Λακεδαιμονίους τε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι .