6.4 μετὰ δὲ ὁ Ἱστιαῖος δι’ ἀγγέλου ποιεύμενος Ἑρμίππου ἀνδρὸς Ἀταρνίτεω τοῖσι ἐν Σάρδισι ἐοῦσι Περσέων ἔπεμπε βυβλία , ὡς προλελεσχηνευμένων αὐτῷ ἀποστάσιος πέρι . ὁ δὲ Ἕρμιππος πρὸς τοὺς μὲν ἀπεπέμφθη οὐ διδοῖ , φέρων δὲ ἐνεχείρισε τὰ βυβλία Ἀρταφρένεϊ · ὁ δὲ μαθὼν πᾶν τὸ γινόμενον ἐκέλευε τὸν Ἕρμιππον τὰ μὲν παρὰ τοῦ Ἱστιαίου δοῦναι φέροντα τοῖσί περ ἔφερε , τὰ δὲ ἀμοιβαῖα τὰ παρὰ τῶν Περσέων ἀντιπεμπόμενα Ἱστιαίω ἑωυτῷ δοῦναι . τούτων δὲ γενομένων φανερῶν ἀπέκτεινε ἐνθαῦτα πολλοὺς Περσέων ὁ Ἀρταφρένης .
6.5 περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή . Ἱστιαῖον δὲ ταύτης ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον ἐς Μίλητον , αὐτοῦ Ἱστιαίου δεηθέντος . οἱ δὲ Μιλήσιοι , ἄσμενοι ἀπαλλαχθέντες καὶ Ἀρισταγόρεω , οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον δέκεσθαι ἐς τὴν χώρην , οἷα ἐλευθερίης γευσάμενοι . καὶ δὴ νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖος ἐς τὴν Μίλητον , τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων . ὃ μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ γίνεται , ἀπικνέεται ὀπίσω ἐς τὴν Χίον · ἐνθεῦτεν δέ , οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε ἑωυτῷ δοῦναι νέας , διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους δοῦναί οἱ νέας . οἳ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον , ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον , πλὴν ἢ ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι .