6.61 καὶ δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι , ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν ὅ τι φέρει ἐν τῇ ἀγκάλῃ , καὶ τὴν φράσαι ὡς παιδίον φορέει , τὴν δὲ κελεῦσαί οἱ δέξαι , τὴν δὲ οὐ φάναι · ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων μηδενὶ ἐπιδεικνύναι · τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι . ὁρῶσαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι , οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον · τὴν δὲ καταψῶσαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων τῶν ἐν Σπάρτῃ γυναικῶν . ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης μεταπεσεῖν τὸ εἶδος . γαμέει δὲ δή μιν ἐς γάμου ὥρην ἀπικομένην Ἄγητος ὁ Ἀλκείδεω , οὗτος δὴ ὁ τοῦ Ἀρίστωνος φίλος .
6.62 τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης ὁ ἔρως · μηχανᾶται δὴ τοιάδε · αὐτός τε τῷ ἑταίρῳ , τοῦ ἦν ἡ γυνὴ αὕτη , ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων ἕν , τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται , καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡσαύτως τὴν ὁμοίην διδόναι · ὁ δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ τῇ γυναικί , ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα , καταινέει ταῦτα · ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν .