6.69 ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα . καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου , τὸ καλέουσι Ἀστροβάκου , τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι . οὕτω ὦ παῖ ἔχεις πᾶν , ὅσον τι καὶ βούλεαι πυθέσθαι · ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας , καί τοι πατήρ ἐστι Ἀστρόβακος ὁ ἥρως , ἢ Ἀρίστων · ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι . τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί , λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων , ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος , πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι ʹτὸν χρόνον γάρ , τοὺς δέκα μῆνας , οὐδέκω ἐξήκειν̓ , ἀιδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος . τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα , καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι · ἐγὼ δὲ σὲ ὦ παῖ ἑπτάμηνον ἔτεκον . ἔγνω δὲ καὶ αὐτὸς ὁ Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο . λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο · τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας . ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας . ʹ
6.70 ἣ μὲν δὴ ταῦτα ἔλεγε , ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν , τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται . Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον .