8.57 ʹ οὔτ’ ἄρα , ἤν ἀπαείρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος , περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις · κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται , καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν · ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι . ἀλλ’ εἴ τις ἐστὶ μηχανή , ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα , ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν . ʹ
8.58 κάρτα τε τῷ Θεμιστοκλέι ἤρεσε ἡ ὑποθήκη , καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω . ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμῖξαι · ὃ δ’ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν , εἴ τι θέλει . ἐνθαῦτα ὁ Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου , ἑωυτοῦ ποιεύμενος , καὶ ἄλλα πολλὰ προστιθείς , ἐς ὃ ἀνέγνωσε χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον .
8.59 ὡς δὲ ἄρα συνελέχθησαν , πρὶν ἢ τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς , πολλὸς ἦν ὁ Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος · λέγοντος δὲ αὐτοῦ , ὁ Κορίνθιος στρατηγὸς Ἀδείμαντος ὁ Ὠκύτου εἶπε ʹ ὦ Θεμιστόκλεες , ἐν τοῖσι ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται . ʹ ὁ δὲ ἀπολυόμενος ἔφη ʹ οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται . ʹ