8.106 ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους , πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς δι’ ἐκεῖνον ἔχοι ἀγαθά , δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ , ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα . ὡς δὲ ἄρα πανοικίῃ μιν περιέλαβε , ἔλεγε ὁ Ἑρμότιμος τάδε . ʹ ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπ’ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε , τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο , ἢ σὲ ἢ τῶν σῶν τινα , ὅτι με ἀντ’ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι ; ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε · οἳ σε ποιήσαντα ἀνόσια , νόμῳ δικαίῳ χρεώμενοι , ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς , ὥστε σε μὴ μέμψασθαι τὴν ἀπ’ ἐμέο τοι ἐσομένην δίκην . ʹ ὡς δέ οἱ ταῦτα ὠνείδισε , ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν , ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα · αὐτοῦ τε , ὡς ταῦτα ἐργάσατο , οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον . Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος .