2.65.11 ἐξ ὧν ἄλλα τε πολλά , ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ , ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς , ὃς οὐ τοσοῦτον γνώμης ἁμάρτημα ἦν πρὸς οὓς ἐπῇσαν , ὅσον οἱ ἐκπέμψαντες οὐ τὰ πρόσφορα τοῖς οἰχομένοις ἐπιγιγνώσκοντες , ἀλλὰ κατὰ τὰς ἰδίας διαβολὰς περὶ τῆς τοῦ δήμου προστασίας τά τε ἐν τῷ στρατοπέδῳ ἀμβλύτερα ἐποίουν καὶ τὰ περὶ τὴν πόλιν πρῶτον ἐν ἀλλήλοις ἐταράχθησαν .
2.65.12 σφαλέντες δὲ ἐν Σικελίᾳ ἄλλῃ τε παρασκευῇ καὶ τοῦ ναυτικοῦ τῷ πλέονι μορίῳ καὶ κατὰ τὴν πόλιν ἤδη ἐν στάσει ὄντες ὅμως † τρία † μὲν ἔτη ἀντεῖχον τοῖς τε πρότερον ὑπάρχουσι πολεμίοις καὶ τοῖς ἀπὸ Σικελίας μετ’ αὐτῶν , καὶ τῶν ξυμμάχων ἔτι τοῖς πλέοσιν ἀφεστηκόσι , Κύρῳ τε ὕστερον βασιλέως παιδὶ προσγενομένῳ , ὃς παρεῖχε χρήματα Πελοποννησίοις ἐς τὸ ναυτικόν , καὶ οὐ πρότερον ἐνέδοσαν ἢ αὐτοὶ ἐν σφίσι κατὰ τὰς ἰδίας διαφορὰς περιπεσόντες ἐσφάλησαν .
2.65.13 τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε ἀφ’ ὧν αὐτὸς προέγνω καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ .
2.66.1 οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι τοῦ αὐτοῦ θέρους ἐστράτευσαν ναυσὶν ἑκατὸν ἐς Ζάκυνθον τὴν νῆσον , ἣ κεῖται ἀντιπέρας Ἤλιδος · εἰσὶ δὲ Ἀχαιῶν τῶν ἐκ Πελοποννήσου ἄποικοι καὶ Ἀθηναίοις ξυνεμάχουν .
2.66.2 ἐπέπλεον δὲ Λακεδαιμονίων χίλιοι ὁπλῖται καὶ Κνῆμος Σπαρτιάτης ναύαρχος . ἀποβάντες δὲ ἐς τὴν γῆν ἐδῄωσαν τὰ πολλά . καὶ ἐπειδὴ οὐ ξυνεχώρουν , ἀπέπλευσαν ἐπ’ οἴκου .