2.85.6 καὶ ὁ μὲν λαβὼν τὰς ναῦς ᾤχετο ἐς Κρήτην , καὶ μετὰ τῶν Πολιχνιτῶν ἐδῄου τὴν γῆν τῶν Κυδωνιατῶν , καὶ ὑπ’ ἀνέμων καὶ ἀπλοίας ἐνδιέτριψεν οὐκ ὀλίγον χρόνον ·
2.86.1 οἱ δ’ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι , ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο , παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν , οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει .
2.86.2 παρέπλευσε δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικὸν καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσιν , αἷσπερ καὶ ἐναυμάχησεν .
2.86.3 ἦν δὲ τοῦτο μὲν τὸ Ῥίον φίλιον τοῖς Ἀθηναίοις , τὸ δ’ ἕτερον Ῥίον ἐστὶν ἀντιπέρας , τὸ ἐν τῇ Πελοποννήσῳ · διέχετον δὲ ἀπ’ ἀλλήλων σταδίους μάλιστα ἑπτὰ τῆς θαλάσσης , τοῦ δὲ Κρισαίου κόλπου στόμα τοῦτό ἐστιν .
2.86.4 ἐπὶ οὖν τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ οἱ Πελοποννήσιοι , ἀπέχοντι οὐ πολὺ τοῦ Πανόρμου , ἐν ᾧ αὐτοῖς ὁ πεζὸς ἦν , ὡρμίσαντο καὶ αὐτοὶ ναυσὶν ἑπτὰ καὶ ἑβδομήκοντα , ἐπειδὴ καὶ τοὺς Ἀθηναίους εἶδον .
2.86.5 καὶ ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ ἡμέρας ἀνθώρμουν ἀλλήλοις μελετῶντές τε καὶ παρασκευαζόμενοι τὴν ναυμαχίαν , γνώμην ἔχοντες οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν Ῥίων ἐς τὴν εὐρυχωρίαν , φοβούμενοι τὸ πρότερον πάθος , οἱ δὲ μὴ ἐσπλεῖν ἐς τὰ στενά , νομίζοντες πρὸς ἐκείνων εἶναι τὴν ἐν ὀλίγῳ ναυμαχίαν .