3.13.2 ἡ μέντοι ἀπόστασις ἡμῶν θᾶσσον γεγένηται καὶ ἀπαράσκευος · ᾗ καὶ μᾶλλον χρὴ ξυμμάχους δεξαμένους ἡμᾶς διὰ ταχέων βοήθειαν ἀποστέλλειν , ἵνα φαίνησθε ἀμύνοντές τε οἷς δεῖ καὶ ἐν τῷ αὐτῷ τοὺς πολεμίους βλάπτοντες .
3.13.3 καιρὸς δὲ ὡς οὔπω πρότερον . νόσῳ τε γὰρ ἐφθάραται Ἀθηναῖοι καὶ χρημάτων δαπάνῃ , νῆές τε αὐτοῖς αἱ μὲν περὶ τὴν ὑμετέραν εἰσίν , αἱ δ’ ἐφ’ ἡμῖν τετάχαται .
3.13.4 ὥστε οὐκ εἰκὸς αὐτοὺς περιουσίαν νεῶν ἔχειν , ἢν ὑμεῖς ἐν τῷ θέρει τῷδε ναυσί τε καὶ πεζῷ ἅμα ἐπεσβάλητε τὸ δεύτερον , ἀλλ’ ἢ ὑμᾶς οὐκ ἀμυνοῦνται ἐπιπλέοντας ἢ ἀπ’ ἀμφοτέρων ἀποχωρήσονται .
3.13.5 νομίσῃ τε μηδεὶς ἀλλοτρίας γῆς πέρι οἰκεῖον κίνδυνον ἕξειν . ᾧ γὰρ δοκεῖ μακρὰν ἀπεῖναι ἡ Λέσβος , τὴν ὠφελίαν αὐτῷ ἐγγύθεν παρέξει . οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ὁ πόλεμος , ὥς τις οἴεται , ἀλλὰ δι’ ἣν ἡ Ἀττικὴ ὠφελεῖται .
3.13.6 ἔστι δὲ τῶν χρημάτων ἀπὸ τῶν ξυμμάχων ἡ πρόσοδος , καὶ ἔτι μείζων ἔσται , εἰ ἡμᾶς καταστρέψονται · οὔτε γὰρ ἀποστήσεται ἄλλος τά τε ἡμέτερα προσγενήσεται , πάθοιμέν τ’ ἂν δεινότερα ἢ οἱ πρὶν δουλεύοντες .
3.13.7 βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν τε προσλήψεσθε ναυτικὸν ἔχουσαν μέγα , οὗπερ ὑμῖν μάλιστα προσδεῖ , καὶ Ἀθηναίους ῥᾷον καθαιρήσετε ὑφαιροῦντες αὐτῶν τοὺς ξυμμάχους ( θρασύτερον γὰρ πᾶς τις προσχωρήσεται ) , τήν τε αἰτίαν ἀποφεύξεσθε ἣν εἴχετε μὴ βοηθεῖν τοῖς ἀφισταμένοις . ἢν δ’ ἐλευθεροῦντες φαίνησθε , τὸ κράτος τοῦ πολέμου βεβαιότερον ἕξετε .